Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.76 Dem. 21.79 (English) >>Dem. 21.82

21.78ἡνίκα τὰς δίκας ἔλαχον τῶν πατρῴων τοῖς ἐπιτρόποις, μειρακύλλιον ὢν κομιδῇ καὶ τοῦτον οὐδʼ εἰ γέγονʼ εἰδὼς οὐδὲ γιγνώσκων ὡς μηδὲ νῦν ὤφελον, τότε μοι μελλουσῶν εἰσιέναι τῶν δικῶν εἰς ἡμέραν ὡσπερεὶ τετάρτην πέμπτην εἰσεπήδησαν ἁδελφὸς τούτου καὶ οὗτος εἰς τὴν οἰκίαν ἀντιδιδόντες τριηραρχίαν. τοὔνομα μὲν δὴ παρέσχεν ἐκεῖνος, καὶ ἦν ἀντιδιδοὺς Θρασύλοχος· τὰ δʼ ἔργα πάντʼ ἦν καὶ τὰ πραττόμενα ὑπὸ τούτου. 21.79καὶ πρῶτον μὲν κατέσχισαν τὰς θύρας τῶν οἰκημάτων, ὡς αὐτῶν ἤδη γιγνομένας κατὰ τὴν ἀντίδοσιν· εἶτα τῆς ἀδελφῆς, ἔτʼ ἔνδον οὔσης τότε καὶ παιδὸς οὔσης κόρης, ἐναντίον ἐφθέγγοντʼ αἰσχρὰ καὶ τοιαῦθʼ οἷʼ ἂν ἄνθρωποι τοιοῦτοι φθέγξαιντο (οὐ γὰρ ἔγωγε προαχθείην ἂν εἰπεῖν πρὸς ὑμᾶς τῶν τότε ῥηθέντων οὐδέν), καὶ τὴν μητέρα κἀμὲ καὶ πάντας ἡμᾶς ῥητὰ καὶ ἄρρητα κάκʼ ἐξεῖπον· δʼ οὖν δεινότατον καὶ οὐ λόγος, ἀλλʼ ἔργον ἤδη· τὰς δίκας ὡς αὐτῶν οὔσας ἀφίεσαν τοῖς ἐπιτρόποις. 21.80καὶ ταῦτʼ ἐστὶ μὲν παλαιά, ὅμως δέ τινας μνημονεύειν ὑμῶν οἴομαι· ὅλη γὰρ πόλις τὴν ἀντίδοσιν καὶ τὴν ἐπιβουλὴν τότε ταύτην καὶ τὴν ἀσέλγειαν ᾔσθετο. κἀγὼ τότε παντάπασιν ἔρημος ὢν καὶ νέος κομιδῇ, ἵνα μὴ τῶν παρὰ τοῖς ἐπιτρόποις ἀποστερηθείην, οὐχ ὅσʼ ἐδυνήθην ἀνακομίσασθαι προσδοκῶν εἰσπράξειν, ἀλλʼ ὅσων ἐμαυτῷ συνῄδειν ἀπεστερημένῳ, δίδωμʼ εἴκοσι μνᾶς τούτοις, ὅσου τὴν τριηραρχίαν ἦσαν μεμισθωκότες. τὰ μὲν δὴ τόθʼ ὑβρίσματα τούτων εἰς ἐμὲ ταῦτʼ ἐστίν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.76 Dem. 21.79 (English) >>Dem. 21.82

Powered by PhiloLogic